Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, μέχρι τούτου, εἶπεν, κρείττων σού ἐστιν[*](ἐστιν] ἔσται S. A. Naber.) ὁ πατήρ, μέχρι ἂν καὶ σὺ[*](σὺ] σὺ υἱὸν S. A. Naber.) γεννήσῃς.

Κλεομένης ὁ Ἀναξανδρίδου[*](Ἀναξανδρίδου F.C.B.: Ἀναξανδρίδεω.) τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἰλώτων· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι.

ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτούς, τῇ τρίτῃ νυκτὶ κοιμωμένοις διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο· καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ αἰχμαλώτους ἔλαβεν.

ὀνειδιζόμενος δὲ ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας· ἄλλως τε καὶ ὅ τι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι.

συνέβη δʼ αὐτῷ τοῦ μὲν Ἄργους, σιʼ ὃ παρεσπόνδησεν, ἀποπεσεῖν διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι· καὶ ὕστερον δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα.

τοῦ δὲ μάντεως ἀποτρέποντος ʼ μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα, τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι, προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, αὕτη σοι, ἔφη, ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασιν;ν