Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐ δὴ γυναικῶν[*](οὐ δὴ γυναικών as in 190 a, F.C.B. (γυναικών also S. A. Naber): οὐδʼ εἰ γυναικῶν εἶπεν ἦν.); εἶπεν.

Θωρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος,[*](κατειληφότος] κατειληφός S. A. Naber.) κακούς, ἔφη, πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει.

Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, οὐχί, εἶπεν, ἀλλὰ γέγηθα ὅτι δεῖ με τὴν ζημίαν ἐκτεῖσαι ταύτην, παρʼ οὐδενὸς οὔτε τι αἰτήσαντα[*](τι αἰτήσαντα Madvig: διαιτήσαντά με.) οὔτε δανεισάμενον.

Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάττετο, συμπεμφθεὶς[*](Ἀρχιδάμῳ ... συμπεμφθεὶς] Ἀντιπάτρῳ ... πεμφθεὶς Wyttenbach.) τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος, ἔφη, οὔτοι καλλίω[*](καλλίω Wyttenbach (καλλίονα van Herwerden): κάλλιον.) θάνατον ἀποθανοῦμαι ἢ[*](ἢ added by F.C.B.) ὑπὲρ Σπάρτας ἀνδραγαθῶν · ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.

Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δι᾽ ὅ τι Λακεδαιμόνιος ἀνὴρ

ἐπίβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντα[*](προσθέντα F.C.B.: προσθέντος.) πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν, εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.

ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.