Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ περὶ[*](τὰ περὶ Wyttenbach: περὶ τὰ or περὶ.) τῶν συμβολαίων δίκαια ἑκάστης ἡμέρας κρίνουσιν οἱ ἔφοροι, ὅπως, ἔφη, καὶ ἐν τοῖς πολεμίοις πιστεύωμεν ἀλλήλοις.

Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τ ι τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ

τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι, ἔφη, συνεθίζεσθαι δεῖ[*](δεῖ] ἀεὶ is suggested by Wyttenbach.) ταῖς ἀνδραγαθίαις κρεῖττον ὂν[*](ὂν added by F.C.B.) ἢ ταῖς γραφαῖς προσέχειν.

Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείττων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς, ἔφη, ἀλλὰ τούτοις κρείττων ὁ θάνατος τῆς ζωῆς.

Ἡρώνδας, Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίας δίκην ἡττηθέντα.

Θεαρίδας ξίφος ἀκονῶν ἠρωτήθη εἰ ὀξύ ἐστιν, καὶ εἶπεν, ὀξύτερον διαβολῆς.

Θεμιστέας[*](Θεμιστέας] Μεγιστίης in Herodotus, vii. 221.) προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε, μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.

Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.

πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, κρεῖττον, ἔφη, ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.

τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον, ἔφη, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἄν, ἔφη, αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;

λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ, ἔφη, ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.