Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

βουλομένου δʼ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν, οὐκ ἔστιν ἐξαγωγὴ παρʼ αὐτῶν, οὐδὲ γὰρ ἀνδρῶν, ἔφη, πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.

Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν

περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, αἰσχρόν, ʼ ἔφη, ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧττον εἰδέναι Μεγαρέων τὸ δίκαιον.

Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων, βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς, εἶπε, καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;ν

ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, τὸ γιγνώσκειν, εἶπεν, ἄρχειν τε καὶ ἄρχεσθαι.

οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.

ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.

πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί, εἶπε, τοὺς κακοὺς ἀπερύκειν ἐν.

διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ

τε παρατείνοντα, τίνες, εἶπεν, αἱ τὸν τόπον κατοικοῦσαι[*](αἱ ... κατοικοῦσαι Wyttenbach in his note on 190 a, and E. Kurtz: αἳ ... κατοικοῦσι.) γυναῖκες;ν

σοφιστοῦ δέ τινος εἰπόντος, πάντων λόγος ἐστὶ κράτιστον, οὐκοῦν, ἔφη, σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.

ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταραττομένους ὁρῶν τοὺς συμμάχους, θαρρεῖτε, εἶπεν, ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;