Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἐκπρέπης[*](Εκπρεπους, Ἐκπρέπης Xylander and Wyttenbach: Εμπρεπους, Ἐμπρεπὴς.) ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα χορδῶν[*](χορδῶν added by Eusebius from the Life of Agis, chap. x., and Moralia 84 a.) ἐξέτεμεν, εἰπών, μὴ κακούργει τὴν μουσικήν.

Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.

Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας, ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.

Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ the better spelling: ἀκαδημίᾳ.) πρεσβύτερον ἤδη

μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, καὶ πότε, ἔφη, χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;

ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπισται.[*](περισεσάλπισται] περισεσάλπιγκται Stobaeus, Flor. liv. 65.)

τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· καλῶς γε,[*](γε Wyttenbach: δὲ.) ἔφη, εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε· τοῦ δʼ εἰπόντος καλὸν ἦν ἀκοῦσαι ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες, εἶπεν, ἠξιοῦμεν ἂν[*](ἂν added by van Herwerden and Pantazides.) πάλιν αὐτὸν δειπνεῖν;

πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι, ἔφη, οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.

ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν, ἔφη, μοι δοκεῖς γε ὅτι ταὐτόν ἐστι[*](ἐστι] ἐστι τῷ E. Kurtz.) χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.