Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ψάλτου δὲ ἀκροώμενος, οὐ κακῶς, εἶπε, φαίνεταί μοι φλυαρεῖν.

ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν, ἔφη.

πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ὅτι, ἔφη, κρείττονες αὐτῆς[*](αὐτῆς] αὑτοῦ Pantazides.) οἱ νόμοι εἰσί.

τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος, ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον, μὰ τοὺς θεούς, ἔφη, οὐχὶ σύ γε, ἀλλʼ ἠγόρακας.

ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου

ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, αἰσχρόν, ἔφη, ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρʼ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.

πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτόν, οὐ μαχοῦμαί σοι, ἔφη, ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.

Ἐκπρέπης[*](Εκπρεπους, Ἐκπρέπης Xylander and Wyttenbach: Εμπρεπους, Ἐμπρεπὴς.) ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα χορδῶν[*](χορδῶν added by Eusebius from the Life of Agis, chap. x., and Moralia 84 a.) ἐξέτεμεν, εἰπών, μὴ κακούργει τὴν μουσικήν.

Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.

Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας, ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.

Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ the better spelling: ἀκαδημίᾳ.) πρεσβύτερον ἤδη

μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, καὶ πότε, ἔφη, χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;

ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπισται.[*](περισεσάλπισται] περισεσάλπιγκται Stobaeus, Flor. liv. 65.)

τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· καλῶς γε,[*](γε Wyttenbach: δὲ.) ἔφη, εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε· τοῦ δʼ εἰπόντος καλὸν ἦν ἀκοῦσαι ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες, εἶπεν, ἠξιοῦμεν ἂν[*](ἂν added by van Herwerden and Pantazides.) πάλιν αὐτὸν δειπνεῖν;

πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι, ἔφη, οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.

ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν, ἔφη, μοι δοκεῖς γε ὅτι ταὐτόν ἐστι[*](ἐστι] ἐστι τῷ E. Kurtz.) χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.

Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, μέγας, ἔφη, κηληκτὰς ἐν μικρῷ πράγματι.

ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη, καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;ν

Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίγνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ἀλλʼ οὐχ ὑμεῖς γε, ἔφη, εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.

Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ἀτυχὲς μέν, ἔφη, ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλʼ ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξα νδρος.

ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως, ἔφη, αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.

Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ περὶ[*](τὰ περὶ Wyttenbach: περὶ τὰ or περὶ.) τῶν συμβολαίων δίκαια ἑκάστης ἡμέρας κρίνουσιν οἱ ἔφοροι, ὅπως, ἔφη, καὶ ἐν τοῖς πολεμίοις πιστεύωμεν ἀλλήλοις.