Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι, ἔφη, ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται, τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.

Ψάλτου δὲ ἀκροώμενος, οὐ κακῶς, εἶπε, φαίνεταί μοι φλυαρεῖν.

ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν, ἔφη.

πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ὅτι, ἔφη, κρείττονες αὐτῆς[*](αὐτῆς] αὑτοῦ Pantazides.) οἱ νόμοι εἰσί.

τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος, ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον, μὰ τοὺς θεούς, ἔφη, οὐχὶ σύ γε, ἀλλʼ ἠγόρακας.

ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου

ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, αἰσχρόν, ἔφη, ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρʼ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.

πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτόν, οὐ μαχοῦμαί σοι, ἔφη, ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.

Ἐκπρέπης[*](Εκπρεπους, Ἐκπρέπης Xylander and Wyttenbach: Εμπρεπους, Ἐμπρεπὴς.) ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα χορδῶν[*](χορδῶν added by Eusebius from the Life of Agis, chap. x., and Moralia 84 a.) ἐξέτεμεν, εἰπών, μὴ κακούργει τὴν μουσικήν.

Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.

Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας, ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.