Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, οὐδὲν οὕτως, ἔφη, μικρόν ἐστιν, ὃ οὐ[*](οὐ] μὴ 190 b (1), supra.) σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.

ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε· καὶ πῶς ἐτρώθη ἐρωτηθείς, προδούσης με, ἔφη, τῆς ἀσπίδος.

ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις, ἅσσα δήλωμαι[*](δήλωμαι Valckenaer: δηλῶμαι.) πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.

ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον· πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν

ἀνὴρ ἀγαθός, πολλοὺς δʼ ἐκείνου κρείττονας ἔχει ἡ Σπάρτη.

Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστῶντος, εὖγε, εἶπεν, ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται.

Δᾶμις πρὸς τὰ ἐπισταλέντα παρὰ τοῦ Ἀλεξάνδρου θεὸν εἶναι ψηφίσασθαι, συγχωροῦμεν, ἔφη, Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι.

Δαμίνδας,[*](Δαμίνδας] Δαμιάδας (a name found in Spartan inscriptions) is suggested by Bernardakis.) Φιλίππου ἐμβαλόντος εἰς Πελοπόννησον καὶ εἰπόντος τινός, κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, ἀνδρόγυνε, εἶπε, τί δʼ ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες;ν

Δερκυλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν, εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον· οὐδὲν γὰρ ἀδικοῦμεν εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείττων.