Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, ἀλλʼ οὐ τοῦτο, ἔφη, ὁρᾶν δεῖ, ἀλλʼ οὗ[*](οὗ Wyttenbach (οὗ or ᾗ Hatzidakis): οἱ (or εἰ).) μαχόμενοι[*](μαχόμενοι Pantazides: μαχούμενοι (εὐμαχούμενοι).) κρείττονες τῶν πολεμίων ἐσόμεθα.

πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει, ἔφη, αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.

ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς, Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία.[*](ἡσυχία] ἁσυχία Valckenaer.)

τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, ὁ πόλεμος, ἔφη, οὐ τεταγμένα σιτεῖται.[*](σιτεῖται] ζητεῖ in most mss. But see 190 a, supra.)