Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

κατὰ δὲ τὸν Αἰγύπτου[*](Αἰγύπτου] Bernardakis prefers ἀπʼ Αἰγύπτου.) ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.

Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, μὰ τοὺς θεούς, εἶπεν, ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει.

ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδʼ αἱ γυναῖκες αὐτῶν, δικαίως, εἶπεν, αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.