Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπεὶ δὲ τοὺς παρʼ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρα τάξεως ἔγνω προμηθήσεσθαι[*](προμηθήσεσθαι F.C.B.: προθυμήσεσθαι or προθύσασθαι.) ἀσυνειδήτως τοῖς ἄλλοις· καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστραμμένην[*](ὑπεστραμμένην Meziriacus: ὑπεστρωμένῃ.) τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα· κρατῶν δὲ ἐφʼ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν[*](εἶχεν Pantazides and E. Kurtz: ἔχειν.) ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες[*](συναναληφθέντες] συναλειφθέντες Pantazides.) ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.

περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος,[*](Νεκτανάβιος Wyttenbach (as in the Life of Agesilaus, chaps. xxxvii.-xxxix.): νεκτάβιος.) ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν[*](διακωλύσειν Hatzidakis and E. Kurtz (from Moralia, 191 d): διακωλύειν.) τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος

τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.

κατὰ δὲ τὸν Αἰγύπτου[*](Αἰγύπτου] Bernardakis prefers ἀπʼ Αἰγύπτου.) ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.