Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τραλλεῖς,[*](Τραλλεῖς in the Life of Agesilaus, chap. xvi.: Τρωαδεῖς.) οἷς καὶ Ξέρξης, ὡς λέγεται, ἔδωκε[*](ἔδωκεibid.: δέδωκε.) δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι, προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθεν.

τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύσεσθαι,[*](βουλεύσεσθαιibid.: βουλεύεσθαι.) βουλευέσθω τοίνυν, εἶπεν, ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.[*](προάγεινibid. (Cobet): προαίρειν.)

τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν εἰς δὲ Λάρισαν[*](Λάρισαν the regular spelling in inscriptions: Λάρισσαν.) ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισαν[*](Λάρισαν the regular spelling in inscriptions: Λάρισσαν.)· ὁ

δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θετταλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον ὑποσπόνδους αὐτοὺς ἀπέλαβεν.

πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τᾶς[*](τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ.) Ἑλλάδος, ἔφη, ἃ[*](τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ.) τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.

Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων[*](κακουργούντων] κακούντωνLife of Agesilaus, chap. xvi.) αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.

Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας[*](μόρας Turnebus: μοίρας or μυριάδας.) τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν

Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην, ὥς φησι Ξενοφῶν, τῶν καθʼ ἑαυτὸν γενομένων.

οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.

ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν[*](καθεῖσανLife of Agesilaus, chap. xx.: καθίσασαν.) Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.

Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς[*](ὡςibid. (Kronenberg).) τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.

ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, διότι, εἶπε, παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.

Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος , ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον διελθὼν[*](διελθὼν Hartman: ἐπελθὼν.) καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασεν.

τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί[*](πέμπεσθαιLife of Agesilaus, chap. xx.: δʼ ἕπεσθαι.) τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.

ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ἀλλʼ οἱ ἐμοὶ ξένοι, εἶπε, τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.

ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ

ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία, ἔφη. καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.

Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον, ἔφη, οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.