Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν, οὗτος ἀγαθὸς ψάλτης ἐστίν, παρʼ ἡμῖν δέ γε οὗτος, ἔφη, ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.

ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ʼποιήσειν, πρὸς τί; ἔφη, καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.