Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χάριλλον,[*](Χάριλλος is the usual spelling in Plutarch. The mss. of other writers also show both forms: Χαρίλαν.) ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, καὶ πῶς τις, ἔφη, δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;ν

μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς, εἶπεν, ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.

Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα, ἔφη, κατὰ τοὺς νόμους.

πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ, ὦ λῷστε, ἔφη, ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;ν

ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν, οὗτος ἀγαθὸς ψάλτης ἐστίν, παρʼ ἡμῖν δέ γε οὗτος, ἔφη, ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.

ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ʼποιήσειν, πρὸς τί; ἔφη, καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.

στρατοπεδεύων δὲ περὶ Κόρινθον[*](Ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ στρατεύματος in some mss.) εἶδεν ἔκ του[*](ἔκ του Hartman: ἐκ τοῦ.) περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρός τοὺς συστρατιώτας, εὐάλωτοι ἡμῶν οἱ πολέμιοί εἰσι.

δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δὲ ἐκείνων, κρίνω τοίνυν, ἔφη, μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.

ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών, φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.

θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις, ἢ τῇ δυνάμει πρόσθες, ἔφη, ἢ τοῦ φρονήματος ὕφες.[*](φρονήματος ὔφες] φράσους ἄφελε Stobaeus, Flor. liii. 12.)

Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν, εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.

ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται, ὅσης ἄν, ἔφη, τῷ δόρατι ἐφίκωνται.

Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, τί δήποτε, ὦ Περίανδρε, εἶπεν, ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;ν

ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, ἀλλʼ οὐ τοῦτο, ἔφη, ὁρᾶν δεῖ, ἀλλʼ οὗ[*](οὗ Wyttenbach (οὗ or ᾗ Hatzidakis): οἱ (or εἰ).) μαχόμενοι[*](μαχόμενοι Pantazides: μαχούμενοι (εὐμαχούμενοι).) κρείττονες τῶν πολεμίων ἐσόμεθα.

πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει, ἔφη, αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.