Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν, εἶπε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν, καὶ πόσῳ

κρεῖττον, ἔφη, ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν; αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.

πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, ὅσοι ἱκανοί, εἶπε, τοὺς ἐχθροὺς ἀπερύκειν.

τῶν Ἀθηναίων δέ τινος ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ποδαποὺς οὖν, ἔφη, τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;ν