Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, διὰ τὴν αὐτὴν αἰτίαν, ἔφη, δι’ ἣν καὶ ἐφορεύουσιν.

Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δʼ ἐνίσταντό[*](δʼ ἐνίσταντο Wyttenbach: δὲ ἵσταντο.) τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα, εἶπε, μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.ʼ ʼ