Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες, ἔφη, κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἂν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο;ν

ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν, ὅτι, ἔφη, αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι.

ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧττόν ἐστιν ὑπόδικος, πολλαῖς μέν, ἔφη, ἡμέραις κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι

μεταβουλεύσασθαι· νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύς ασθαι.

Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ὅπως, ἔφη, μὴ οἱ φύλακες αὐτῶν γιγνόμενοι διαφθείρωνται.

Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, διὰ τὴν αὐτὴν αἰτίαν, ἔφη, δι’ ἣν καὶ ἐφορεύουσιν.

Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δʼ ἐνίσταντό[*](δʼ ἐνίσταντο Wyttenbach: δὲ ἵσταντο.) τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα, εἶπε, μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.ʼ ʼ

Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος,

ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται, εἶπεν, αὐτοὶ οἱ θεοί.

πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.

ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δέ, ἔφη, οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἥδιστα μέν, ἔφη, αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.