Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι[*](εἶναι F.C.B.: εἰμι. Hartman would omit εἰμι.) καὶ υἱός.

πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, ἐὰν οὕτως, ἔφη, αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.

Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ἔφη,[*](ἔφη added by Bernardakis after οἶνος, but it seems more likely to have dropped out after προσφέρῃ (προσφέρει or προσφέροι most mss.).) εἰ μὲν πολὺς οἶνός ἐστι παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσιν.

κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ὡς σφόδρα πονηρός, εἶπεν,

ἅνθρωπος,[*](ἅνθρωπος E. Kurtz: ἄνθρωπος.) εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.

ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.