Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητήν· ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν φαλακρὸς ἢ [*](ἢ] καὶ Cobetus. Malim καὶ φαλακρὸς καὶ κλέπτης, nam verba φαλακρὸς ἢ omisit Ambrosianus) κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε δοκεῖ.

παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.

Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν , ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ἔτι σοῦ παρόντος ἔφη χρείαν ἔχω· καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι ἔστι [*](ἔστι] Bergk. 3 p. 417) καὶ σιγῆς ἀκίνδυνον γέρας.

ἀκούσας δέ, ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον , ἐθαύμαζεν, εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ

κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν.

γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις [*](ἐν αἰτίᾳ Herwerdenus) γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσίν· ἐκείνου δὲ ἀναβοῶντος νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν, ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.

Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου, τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.

Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.

θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε εἶπε νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.

τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσειεν [*](διαχειμάσειεν*: διαχειμάσειν) ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.

τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς

ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα, κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην· διὸ ὀργισθεὶς ἀπάγειν ἐκέλευσε· πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.

Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων ἄχρι πάσης στέγης ἐπιμελῶς οἰκοδομοῦντος, εὔθυμον ἔφη με ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς τῆς Ῥώμης ἐσομένης.