Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι καὶ ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν ὁμολογήσαντα δὲ ἐκέλευσεν ἱστῷ νηὸς προσηλωθῆναι.

ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητήν· ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν φαλακρὸς ἢ [*](ἢ] καὶ Cobetus. Malim καὶ φαλακρὸς καὶ κλέπτης, nam verba φαλακρὸς ἢ omisit Ambrosianus) κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε δοκεῖ.

παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.

Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν , ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ἔτι σοῦ παρόντος ἔφη χρείαν ἔχω· καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι ἔστι [*](ἔστι] Bergk. 3 p. 417) καὶ σιγῆς ἀκίνδυνον γέρας.

ἀκούσας δέ, ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον , ἐθαύμαζεν, εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ

κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν.

γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις [*](ἐν αἰτίᾳ Herwerdenus) γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσίν· ἐκείνου δὲ ἀναβοῶντος νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν, ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.