Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

καὶ διέβη τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ Πομπήιον, εἰπών πᾶς [*](πᾶς delet Cobetus) ἀνερρίφθω κύβος.

ἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐπὶ θάλασσαν ἐκ [*](ἐκ] om. mei codd.) τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν ἀποκτενεῖν αὐτὸν καταπλαγέντος δὲ τοῦ Μετέλλου , τοῦτο εἶπεν ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον ἦν ἢ ποιῆσαι.

τῶν δὲ στρατιωτῶν αὐτῷ βραδέως εἰς Δυρράχιον

ἐκ Βρεντεσίου κομιζομένων, λαθὼν ἅπαντας εἰς πλοῖον ἐμβὰς μικρὸν ἐπεχείρησε διαπλεῖν τὸ πέλαγος· συγκλυζομένου δὲ τοῦ πλοίου, ποιήσας τῷ κυβερνήτῃ φανερὸν ἑαυτὸν ἀνεβόησε πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα κομίζεις.

τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς· ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, τήμερον εἶπεν ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.

ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς πολεμίους παρεγγυήσαντος , ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ ἐπιδρομῆς μετʼ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα τῶν στρατιωτῶν.

Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου πρὸς τοὺς φίλους ἔγραψε ἦλθον εἶδον ἐνίκησα.