Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ, δικαίαν ἔφη τὴν ἀμοιβὴν γεγονέναι· πέτεσθαι γὰρ τοῦτον οὐ λέγειν ἐδίδαξεν.

Οὐατίνιον δὲ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ μοχθηρὸν ἄλλως; ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι ζῇ, κακός εἶπεν ἀπόλοιτο κακῶς ὁ [*](κακῶς ὁ] ὁ κακῶς X) ψευσάμενος

πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους εἶναι, φήσαντα δὲ αὐτοῦ μὴ ἀκούειν λέγοντος, καὶ μὴν οὐκ ἀτρύπητον ἔχεις τὸ οὖς εἶπε.

Κάστον δὲ Ποπίλλιον [*](Κάστον δὲ Ποπίλλιον] cf. Vit. Cic. c. 26) νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην· εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, οἴει γὰρ ἴσως εἶπε περὶ τῶν νομίμων [*](νομικῶν ibidem) ἐπερωτᾶσθαι.

Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἡ σφίγξ ἔφη παρὰ σοί ἐστιν.

Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν

Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα. [*](Nauck. p. 699)

Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ταύτην ἔφη μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν αὐτοῦ.

Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη γινώσκω ὃν φύγω, μὴ γινώσκων πρὸς ὃν φύγω.

καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.

γενόμενος δʼ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη παρὰ τῷ σῷ πενθερῷ.

μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν Πομπήιον, λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας ἀπολελοιπέναι τὸν ἵππον , βέλτιον ἔφη αὐτὸν περὶ τοῦ ἵππου βεβουλεῦσθαι.

πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους σκυθρωποὺς εἶναι λέγεις ἔφη δυσνοεῖν αὐτοὺς Καίσαρι.

μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος , Νωνίου δέ τινος ἔτι παρʼ αὑτοῖς [*](αὑτοῖς*: αὐτοῖς) ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, καλῶς ἂν παρῄνεις εἶπεν εἰ κολοιοῖς ἐπολεμοῦμεν.

ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη

περὶ αὐτοῦ λέγων ὁ Κικέρων ὅτι τοὺς [*](τοὺς*: τοῦ) Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς ἑαυτοῦ πήγνυσιν.

οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.