Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην φεύγων εἰς Αἴγυπτον, ὡς ἔμελλε διαβαίνειν ἐκ τῆς τριήρους εἰς ἁλιευτικὸν πλοῖον ἀποστείλαντος τοῦ βασιλέως, ἐπιστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν οὐδὲν ἕτερον ἢ τὸ τοῦ Σοφοκλέους εἶπεν

  1. ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
  2. [*](Nauck. p. 253)
  3. κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.
μεταβὰς δὲ καὶ πληγεὶς ξίφει καὶ στενάξας ἅπαξ, εἰπὼν δὲ μηδὲν ἀλλʼ ἐγκαλυψάμενος παρέδωκεν ἑαυτόν.

Κικέρων ὁ ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν φίλων μεταθέσθαι κελευόντων, ἔφη τὸν Κικέρωνα ποιήσειν τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων ἐνδοξότερον.