Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

στρατιώτην δὲ μισεῖν, ὃς ἐν τῷ περιπατεῖν τὰς χεῖρας, ἐν δὲ τῷ μάχεσθαι τοὺς πόδας κινεῖ, ῥέγχει δὲ μεῖζον ἢ ἀλαλάζει.

κάκιστον δέ ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ μὴ δυνάμενον.

μάλιστα δὲ ἐνόμιζε δεῖν ἕκαστον ἑαυτὸν αἰδεῖσθαι· μηδένα γὰρ ἑαυτοῦ μηδέποτε χωρὶς εἶναι.

πολλῶν δὲ ὁρῶν ἀνισταμένους ἀνδριάντας ἐμοῦ δέ ἔφη ἐρωτᾶν βούλομαι μᾶλλον τοὺς ἀνθρώπους, διὰ τί ἀνδριὰς οὐ κεῖται Κάτωνος ἢ διὰ τί κεῖται.

φείδεσθαι δὲ τῆς ἐξουσίας παρεκάλει τοὺς δυναμένους, ὅπως ἀεὶ παραμένοι τὸ ἐξεῖναι.

τοὺς δὲ τῆς ἀρετῆς τὴν τιμὴν ἀφαιροῦντας ἔλεγε τὴν ἀρετὴν ἀφαιρεῖν τῆς νεότητος

τὸν δὲ ἄρχοντα ἢ κριτὴν ἔλεγε δεῖν μήτε ὑπὲρ τῶν δικαίων λιπαρεῖσθαι μήτε ὑπὲρ τῶν ἀδίκων ἐκλιπαρεῖσθαι.

τὴν δὲ ἀδικίαν ἔλεγε τοῖς ἀδικοῦσι κἂν μὴ φέρῃ κίνδυνον, ἅπασι φέρειν.

τῷ δὲ γήρᾳ πολλῶν αἰσχρῶν παρόντων ἠξίου μὴ προστιθέναι τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.

τὸν δὲ ὀργιζόμενον ἐνόμιζε τοῦ μαινομένου χρόνῳ διαφέρειν.

ἥκιστα δὲ φθονεῖσθαι τοὺς τῇ τύχῃ χρωμένους ἐπιεικῶς καὶ μετρίως· οὐ γὰρ ἡμῖν ἀλλὰ τοῖς περὶ ἡμᾶς φθονοῦσι.

τοὺς δὲ σπουδάζοντας ἐν τοῖς γελοίοις ἔλεγεν ἐν τοῖς σπουδαίοις ἔσεσθαι καταγελάστους.

τὰς καλὰς πράξεις ἔλεγε δεῖν καταλαμβάνειν πράξεσι καλαῖς, ἵνα μὴ τῆς δόξης ἀπορρέωσιν.

ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις ἄρχοντας δόξετε γάρ εἰπεῖν μὴ πολλοῦ

τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.

τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάσσης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε