Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις ἄρχοντας δόξετε γάρ εἰπεῖν μὴ πολλοῦ

τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.

τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάσσης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε

τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ· δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.

διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι πολλάκις ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους.

ἐπεὶ δὲ πολεμῶν τοῖς περὶ τὸν Βαῖτιν ποταμὸν οἰκοῦσιν εἰς κίνδυνον ὑπὸ πλήθους τῶν πολεμίων κατέστη, τῶν μὲν Κελτιβήρων ἐπὶ διακοσίοις ταλάντοις βουλομένων βοηθεῖν, τῶν δὲ Ῥωμαίων οὐκ ἐώντων ὁμολογεῖν μισθὸν ἀνθρώποις βαρβάροις, ἁμαρτάνειν ἔφησεν αὐτούς· νικῶντας μὲν γὰρ ἀποδώσειν οὐ παρʼ αὑτῶν [*](αὑτῶν*: αὐῶν) ἀλλὰ παρὰ τῶν πολεμίων· ἡττωμένων δέ, μήτε τοὺς ἀπῃτημένους [*](malim ἀπαιτουμένους, quod est in Vit. Cat. c. 10) μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι.

πλείονας δὲ πόλεις ἑλών, ὥς φησι, τῶν ἡμερῶν ἃς διέτριψεν ἐν τοῖς πολεμίοις, οὐδὲν

αὐτὸς πλέον λαβεῖν ὧν ἔφαγε καὶ ἔπιεν ἐκ τῆς πολεμίας.