Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἥκιστα δὲ φθονεῖσθαι τοὺς τῇ τύχῃ χρωμένους ἐπιεικῶς καὶ μετρίως· οὐ γὰρ ἡμῖν ἀλλὰ τοῖς περὶ ἡμᾶς φθονοῦσι.

τοὺς δὲ σπουδάζοντας ἐν τοῖς γελοίοις ἔλεγεν ἐν τοῖς σπουδαίοις ἔσεσθαι καταγελάστους.

τὰς καλὰς πράξεις ἔλεγε δεῖν καταλαμβάνειν πράξεσι καλαῖς, ἵνα μὴ τῆς δόξης ἀπορρέωσιν.

ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις ἄρχοντας δόξετε γάρ εἰπεῖν μὴ πολλοῦ

τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.

τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάσσης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε

τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ· δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.

διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι πολλάκις ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους.