Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ νικηθέντες οἱ Καρχηδόνιοι κατὰ

κράτος περὶ σπονδῶν καὶ εἰρήνης πρέσβεις ἀπέστειλαν πρὸς αὐτόν, ἐκέλευσεν εὐθὺς ἀπιέναι τοὺς ἥκοντας, ὡς οὐκ ἀκουσόμενος πρότερον αὐτῶν ἢ Λεύκιον Τερέντιον ἀγάγωσιν· ἦν δὲ Ῥωμαῖος ὁ Τερέντιος, ἐπιεικὴς ἀνήρ, γεγονὼς αἰχμάλωτος ὑπὸ Καρχηδονίων· ἐπεὶ δὲ ἧκον ἄγοντες τὸν ἄνδρα, καθίσας ἐν τῷ συμβουλίῳ παρʼ αὑτὸν ἐπὶ τοῦ βήματος, οὕτως ἐχρημάτισε τοῖς Καρχηδονίοις, καὶ κατέλυσε τὸν πόλεμον.

ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος· ἀποθανόντος δὲ τοῖς ἐπὶ τὴν ἐκφορὰν παραγινομένοις ἐνέχει πίνειν οἰνόμελι καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν οὖν ὕστερον.

Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους ἐπʼ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα περὶ διαλύσεως, ἔδει πρότερον εἶπεν ἀλλὰ μὴ νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.

χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου [*](ταμιείου*: ταμείου) ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη· καὶ γὰρ κλείεσθαι διʼ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ ταμιεῖον.

Πετιλλίου [*](Πετιλλίου W: παιτιλίου ) δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν, αὐτὸς μὲν ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ

Καπετώλιον θύσων, τὸν δὲ βουλόμενον τὴν ψῆφον ἐκέλευσε φέρειν περὶ αὐτοῦ· καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, ὁ δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.