Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετʼ αὐτὸν ἔχειν ἡγεμονίαν οὐδὲ σοί ἔφη τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γὰρ ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπʼ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.
ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν ἐπιστολὴν ὁ τοῦ Πύρρου ἰατρός, ἐπαγγελλόμενος, ἐὰν κελεύῃ, φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν· ὁ δὲ Φαβρίκιος τὴν ἐπιστολὴν πρὸς Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας διότι καὶ φίλων κάκιστός ἐστι κριτὴς; καὶ πολεμίων.
ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλʼ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθόν· οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι τὴν ἐπιβουλήν, ἀλλʼ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.
Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς
καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν· λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ [*](ἀπὸ] ἐπὶ Vit. F. Max. c. 12) τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφʼ ἡμᾶς;