Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων ἧτταν πυθόμενος Λαιβῖνον [*](Λαιβῖνον*: λαβιήνῳ) εἶπε Πύρρος, οὐκ Ἠπειρῶται Ῥωμαίους νενικήκασιν.

ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε· τῇ δʼ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ

ῥήξαντα φωνὴν ἐπιφανῆναι· καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας ἐμέ εἶπεν οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.

τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετʼ αὐτὸν ἔχειν ἡγεμονίαν οὐδὲ σοί ἔφη τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γὰρ ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπʼ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.

ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν ἐπιστολὴν ὁ τοῦ Πύρρου ἰατρός, ἐπαγγελλόμενος, ἐὰν κελεύῃ, φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν· ὁ δὲ Φαβρίκιος τὴν ἐπιστολὴν πρὸς Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας διότι καὶ φίλων κάκιστός ἐστι κριτὴς; καὶ πολεμίων.

ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλʼ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθόν· οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι τὴν ἐπιβουλήν, ἀλλʼ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.