Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδᾳ, [*](Ἐπαμεινώνδᾳ*: ἐπαμινώνδα) τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, ἀναγκαῖα τὰ χρήματα νὴ Δία εἶπε τούτῳ Νικοδήμῳ [*](Νικοδήμῳ Vit. Pel. c. 3: νικομήδει ) δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.
τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.
εἰπόντος δέ τινος τῶν στρατιωτῶν ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον εἶπεν ἢ εἰς ἡμᾶς ἐκεῖνοι;
ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου σπεύδεις ἀποθανεῖν; πάνυ μὲν οὖν εἶπεν ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.
Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης; θαυμάζειν, ὅτι οὕτως; ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον