Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.

ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν ἔφη μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.

τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.

Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι μὴ σύ γε εἶπεν ἀλλὰ δός μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.

Παιδάρητος [*](Παιδάρητος*: παιδάρετος) οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.