Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρʼ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς αὐτῷ λάβε εἶπεν ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.

Κῦρος ὁ νεώτερος τοὺς Λακεδαιμονίους συμμαχεῖν αὑτῷ παρακαλῶν ἔλεγε τοῦ ἀδελφοῦ καρδίαν ἔχειν βαρυτέραν καὶ πλείονα πίνειν ἄκρατον αὐτοῦ καὶ φέρειν βέλτιον· ἐκεῖνον δὲ μόλις ἐν ταῖς θήραις ἐπὶ τῶν ἵππων μένειν, ἐν δὲ τοῖς δεινοῖς μηδὲ ἐπὶ τοῦ θρόνου. παρεκάλει δὲ ἀποστέλλειν ἄνδρας πρὸς αὑτόν, ἐπαγγελλόμενος τοῖς μὲν πεζοῖς ἵππους δώσειν, τοῖς δὲ ἵππους ἔχουσιν ἅρματα, τοῖς δὲ χωρία κεκτημένοις κώμας, τοὺς δὲ κώμας ἔχοντας πόλεων κυρίους ποιήσειν ἀργυρίου δὲ καὶ χρυσίου οὐκ ἀριθμὸν ἀλλὰ σταθμὸν ἔσεσθαι.

Ἀρτοξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος, οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν , ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν ἐντυγχάνωσι.

πένητος δὲ ἀνθρώπου μῆλον ὑπερφυὲς μεγέθει προσενέγκαντος αὐτῷ δεξάμενος ἡδέως νὴ τὸν Μίθραν εἶπεν οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην πιστευθεὶς ἀπεργάσασθαι.