Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, ἀγνοεῖτε εἶπεν ὦ ξένοι Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας.

Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.

ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.

ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, τί δέ εἶπε ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεσσάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ; ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται. τῇ δικαιοσύνῃ;

πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν ὁ τὶν [*](τὶν Cobetus: τύνη ) ἀνομοιότατος.

ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ [*](οἱ] om. mei codd.) Λακεδαιμόνιοι ὅσοι εἶπεν ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.

καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, πολλοί σοι ἔφη δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους .

Λύσανδρος, Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν,

πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ

ἀπάτης τὰ πολλὰ πράσσειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους, ἔλεγεν ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

πρὸς δὲ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας , σπασάμενος τὴν μάχαιραν ὁ ταύτης ἔφη κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.

τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον ἐκ τῆς τάφρου, τοιούτους ἔφη φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ διʼ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;

Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου εἶπε πόλεως δέονται.