Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν

ὑπὸ τῆς γυναικὸς ἂν τοὺς φιλοῦντας εἶπε μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας; καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.

κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ὑμεῖς μέν ἔφη πειρᾶσθε σωφρονεῖν τὸ λοιπόν· ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.

τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη, ἥκιστα εἶπεν ἀλλʼ ἐπαινῶν καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.

Δημήτριος ὁ Φαληρεὺς Πτολεμαίῳ τῷ βασιλεῖ παρῄνει τὰ περὶ βασιλείας καὶ ἡγεμονίας βιβλία κτᾶσθαι καὶ ἀναγινώσκειν ἃ γὰρ οἱ φίλοι τοῖς βασιλεῦσιν οὐ θαρροῦσι παραινεῖν, ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται.

Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν σὺ πρῶτος εἶπεν ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.