Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις αἰσχυνοίμην ἄν εἶπεν ὑμῖν ἐπιδιδούς τούτῳ δὲ μὴ ἀποδιδούς, ἅμα δεικνύων τὸν δανειστήν.

Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος ἀποκτενοῦσί σε Ἀθηναῖοι, ἐὰν μανῶσι, ναί εἶπεν ἐμὲ μὲν ἐὰν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.