Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτὸν οὐ δύνασαι εἶπεν Ἀντίπατρε καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.

μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας

Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο· τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας οὐ παύσει τις εἶπε τοῦτον ἀσχημονοῦντα;

τῶν δὲ μελλόντων συναποθνήσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος οὐκ ἀγαπᾷς εἶπεν ὦ Θούδιππε μετὰ Φωκίωνος ἀποθανούμενος;