Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

μετʼ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπʼ Ἀντιπάτρου· Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος , ἀγανακτήσας εἶπε μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν, ἐφʼ λήψεται νῦν τότε μὴ δεξάμενος.

Ἀντίπατρος δὲ ἔφη, ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.

ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτὸν οὐ δύνασαι εἶπεν Ἀντίπατρε καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.

μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας

Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο· τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας οὐ παύσει τις εἶπε τοῦτον ἀσχημονοῦντα;

τῶν δὲ μελλόντων συναποθνήσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος οὐκ ἀγαπᾷς εἶπεν ὦ Θούδιππε μετὰ Φωκίωνος ἀποθανούμενος;

ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν ἐγώ σε εἶπεν ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.

Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, πείσας ὑμᾶς εἶπεν ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν, διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.