Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, γινώσκεις γάρ ἔφη τὸν

Ἀριστείδην ; τοῦ δὲ ἀνθρώπου γινώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.

ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ βούλει φησὶν ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.

τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν,. ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.

Αἰσχύλου [*](Αἰσχύλου] Sept. adv. Th. 576) δὲ ποιήσαντος εἰς Ἀμφιάραον

  1. οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει,
  2. βαθεῖαν ἄλοκα διὰ φρενὸς; καρπούμενος,
  3. ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα
καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.

Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.