Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.

τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν [*](αὐτὸν*: αὐτὸν) εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν,

ἀληθῆ λέγεις εἶπεν ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος οὔτε σὺ Ἀθηναῖος.

Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος, ὦ μειράκιον εἶπεν ὀψὲ μὲν ἀμφότεροι ἀλλὰ νοῦν ἐσχήκαμεν.