Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ᾐτήσατο δὲ καὶ χρόνον, ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.

πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν ὦ παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν. [*](ἀπωλώλειμεν*: ἀπολώλειμεν)

Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς στρατεύων ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν λοχαγῶν λεγόντων μηδέπω πάντας παρεῖναι, πάρεισιν εἶπεν οἱ μέλλοντες μάχεσθαι· καὶ χρησάμενος αὐτοῖς προθύμοις ἐνίκησε τοὺς πολεμίους.

Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης