Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός

χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει.

τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων τί κοπιᾶτε εἶπεν ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι; καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσι.

τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.

ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν [*](Ἀθηνῶν Cobetus: ἀθηναίων ) τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.

ᾐτήσατο δὲ καὶ χρόνον, ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.