Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων ἑπτὰ ἡμερῶν ἀνοχάς, οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς τοῖς ἐκείνων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. οἱ δὲ Ἰουδαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν.

Θεμιστοκλῆς ἔτι μειράκιον ὢν ἐν πότοις ἐκυλινδεῖτο καὶ γυναιξὶν ἐπεὶ δὲ Μιλτιάδης στρατηγῶν ἐνίκησεν ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ· πρὸς δὲ τοὺς θαυμάζοντας, τὴν μεταβολὴν ἔλεγεν ὡς οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.

ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετʼ ἂν

ἢ Ὅμηρος εἶναι, σὺ δʼ αὐτός ἔφη πότερον ἤθελες ὁ νικῶν Ὀλυμπίασιν [*](Ὀλυμπίασιν*: ἐν ὀλυμπιάσιν) ἢ ὁ κηρύσσων τοὺς νικῶντας εἶναι;

Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.

Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν, ναὶ [*](ναί W: ἀεὶ ναί ) εἶπεν ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.

ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς πατάξοντος πάταξον μὲν οὖν εἶπεν ἄκουσον δέ.

μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.