Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν πράξεων ἀνῃρῆσθαι.

Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί εἶπεν ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.

πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν [*](κωμῳδιοποιὸν*: κωμῳδοποιὸν) φίλον ὄντα καὶ συνήθη τίνος σοι εἶπε τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος οὗ βούλει πλὴν τῶν ἀπορρήτων.

Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτὴν εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων εἶπε τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;

Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος, ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.