Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον πλειόνων παρόντων πότε μέλλομεν ἀναζευγνύναι; τί δέδοικας; εἶπε μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς; [*](ἀκούσῃς p. 506 d: ἀκούσῃ. )

σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;

νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν οὐδέν ἔφη χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.

Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος οὐ ταῦτά μοι ἔφη σύνοιδεν ὁ λασανοφόρος

εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι ναὶ μὰ Δία εἶπε τοῖς τῶν βαρβάρων ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.

Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν εἶπεν ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων, εἰ μηδὲν ἀδικοῦμεν.