Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

μέλλοντι δὲ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας προσῄεσαν οἱ φίλοι, τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν ἀλλʼ αὐτοὶ κερδανοῦσιν. ὁ δὲ μειδιάσας ἀγαθά φησὶν ἀγγέλλετε· νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων ἀκούω διαλογισμούς. καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν στρατιωτῶν ἔλεγον ὦ βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ ὑπομενοῦσι.

παρατασσομένου δὲ τοῦ στρατεύματος ἰδών τινα τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς φάλαγγος ὡς ἄχρηστον, ὃς παρασκευάζεται δὴ νῦν, ὅτε χρῆσθαι δεῖ τοῖς ὅπλοις.

ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων ἀπορρήτους κατʼ Ἀντιπάτρου διαβολὰς ἔχουσαν, ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος, οὐκ ἐκώλυσεν ὡς δὲ ἀνέγνω, τὸν δακτύλιον ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν σφραγῖδα ἐπέθηκεν.

ἐν δὲ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς προσαγορευθεὶς οὐδέν γε ἔφη θαυμαστόν,

πάντων μὲν γὰρ ὁ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς ἀρίστους.

τοξεύματι δὲ πληγεὶς εἰς [*](εἰς deleverim) τὸ σκέλος, ὡς πολλοὶ συνέδραμον τῶν πολλάκις εἰωθότων αὐτὸν θεὸν προσαγορεύειν, διαχυθεὶς τῷ προσώπῳ τουτὶ μὲν αἷμα εἶπεν ὡς ὁρᾶτε καὶ οὐκ

ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν.
[*](Hom. E 340)

ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ἔξωθεν εἶπεν Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος

ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.

Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν ἐκείνου δὲ ὁμολογήσαντος, ὦ μιαρέ εἶπεν οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;

πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετʼ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς ἀλλʼ οὐδʼ ἐρασθῆναί τινος ἔξεστι διʼ ὑμᾶς;

ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλασσαν, ἐνεδείχθη

τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλασσαν, ἠρώτησεν ὁ Ἀλέξανδρος πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν οὐκοῦν ἔφη ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν· βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.

τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θεσσαλοὺς ὅτι τὴν ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.