Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος
ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε μὴ θαυμάσητε τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν αὐτῷ, καί ποτε ᾄδων τουτὶ τὸ κομμάτιον σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς ἀπεσήμαινεν εἰς ἐκεῖνον· ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ σὺ δέ γε αἰτεῖς.
ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον ἀλλʼ οὐκ ἐμοῦ φησίν ἀλλʼ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.