Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών δός εἶπε μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζειν τὴν μέθοδον τοῦ ἀνθρώπου.

πρὸς δὲ τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτε εἶπεν ἐμοὶ τοῦτο συμβαίη.

δύο δὲ ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυραννίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσεν ἐπὶ δεῖπνον· ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετʼ εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.

αἰτιωμένων δέ τινων, ὅτι τιμᾷ καὶ προάγεται πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν, ἀλλὰ καὶ βούλομαι εἶπεν εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.

ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν παρὰ δυνάστου πρεσβεύοντας, δεινόν ἔφη πρᾶγμα ποιεῖν αὐτούς, ὃ μόνον αἱ τυραννίδες ἀγαθὸν ἔχουσιν ἀναιροῦντας καὶ διδάσκοντας ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου φοβερόν ἐστιν.

ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς; αὐτόν· ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.

ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.

Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ἀμέλει τοῖς λόγοις εἶπεν ἐγὼ δὲ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.

ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε τὸ τηλικαύτην ἔφη τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.

ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατὴρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς· ἀπέβαλεν· ὁ μὲν πατήρ ἔφη μισουμένης δημοκρατίας ἐνέπεσε τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.

ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθεὶς ὁ πατήρ ἔφη μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.

Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως γενόμενος δὲ κύριος Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ, καὶ τοῖς νέοις ἐπιδεικνύμενος λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν τοιαῦτα ποιεῖ διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.

πολιορκοῦντος δὲ πόλιν αὐτοῦ, τῶν ἀπὸ τοῦ τείχους τινὲς ἐλοιδοροῦντο λέγοντες ὅτι ὦ κεραμεῦ, τὸν μισθὸν πῶς ἀποδώσεις τοῖς στρατιώταις; ὁ δὲ πρᾶος καὶ μειδιῶν εἶπεν αἴκα ταύταν ἕλω. λαβὼν δὲ κατὰ κράτος ἐπίπρασκε τοὺς αἰχμαλώτους καὶ ἔλεγεν ἐάν με πάλιν λοιδορῆτε, πρὸς τοὺς κυρίους ὑμῶν ἔσται μοι ὁ λόγος.

ἐγκαλούντων δὲ τοῖς ναύταις αὐτοῦ τῶν Ἰθακησίων, ὅτι τῇ νήσῳ προσβαλόντες τῶν θρεμμάτων τινὰ ἀπέσπασαν, ὁ δὲ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς, οὐ μόνον τὰ πρόβατα λαβὼν ἀλλὰ καὶ τὸν ποιμένα προσεκτυφλώσας ἀπῆλθε.

Δίων ὁ Διονύσιον ἐκβαλὼν ἐκ τῆς τυραννίδος, ἀκούσας ἐπιβουλεύειν αὐτῷ Κάλλιππον, ᾧ μάλιστα τῶν φίλων καὶ ξένων ἐπίστευεν, οὐχ ὑπέμεινεν ἐλέγξαι βέλτιον εἶναι φήσας ἀποθανεῖν ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον,

Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, σὺ μὲν γάρ εἶπεν αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι καὶ μὴ αἰτῶν.

ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτὸν πῶς σε κείρω; σιωπῶν ἔφη.

τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος

ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε μὴ θαυμάσητε τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.

ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν αὐτῷ, καί ποτε ᾄδων τουτὶ τὸ κομμάτιον σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς ἀπεσήμαινεν εἰς ἐκεῖνον· ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ σὺ δέ γε αἰτεῖς.

ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον ἀλλʼ οὐκ ἐμοῦ φησίν ἀλλʼ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.