Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς; αὐτόν· ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.

ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.

Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ἀμέλει τοῖς λόγοις εἶπεν ἐγὼ δὲ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.

ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε τὸ τηλικαύτην ἔφη τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.

ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατὴρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς· ἀπέβαλεν· ὁ μὲν πατήρ ἔφη μισουμένης δημοκρατίας ἐνέπεσε τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.