Septem sapientium convivium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
ἔτι δὲ τοῦ Σόλωνος λέγοντος εἰσῆλθε Γόργος ὁ Περιάνδρου ἀδελφός· ἐτύγχανε γὰρ εἰς Ταίναρον ἀπεσταλμένος ἔκ τινων χρησμῶν, τῷ Ποσειδῶνι θυσίαν καὶ θεωρίαν ἀπάγων.[*](malim ἀπάξων ) ἀσπασαμένων δʼ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος καθίσας παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ἀπήγγειλεν ἅττα δὴ πρὸς μόνον ἐκεῖνον, ὁ δʼ ἠκροᾶτο, πολλὰ πάσχοντι πρὸς τὸν λόγον ὅμοιος
ὤν. τὰ μὲν γὰρ ἀχθόμενος τὰ δʼ ἀγανακτῶν ἐφαίνετο, πολλάκις δʼ ἀπιστῶν, εἶτα θαυμάζων τέλος δὲ γελάσας πρὸς ἡμᾶς βούλομαι μέν ἔφη πρὸς τὸ παρὸν φράσαι τὸ προσηγγελμένον· ὀκνῶ δʼ ἀκούσας Θαλέω ποτʼ εἰπόντος ὅτι δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δʼ ἀμήχανα σιωπᾶν ὑπολαβὼν οὖν ὁ Βίας ἀλλὰ καὶ τοῦτʼ ἔφη Θαλέω τὸ σοφόν ἐστιν, ὅτι δεῖ τοῖς μὲν ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν, ἐχθροὺς μέν, ἔγωγʼ ἡγοῦμαι, τοὺς πονηροὺς καὶ ἀνοήτους, φίλους δὲ τοὺς χρηστοὺς καὶ φρονίμους αὐτοῦ καλοῦντος. οὐκοῦν ἔφη λεκτέον εἰς ἅπαντας, ὦ Γόργε, μᾶλλον δʼ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον ὃν ἥκεις λόγον ἡμῖν κομίζων.