Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

καὶ ὁ Σόλων ἔφη τί δὲ τοῦτʼ ἐκεῖνον ἐρωτᾶν ἔδει; δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. ἢ τὸ μέγιστον οὐ δοκεῖ σοι[*](σοι addidi) τὸ μηδʼ ὅλως τροφῆς δεῖσθαι; οὐδαμῶς ὁ Κλεόδωρος ἔμοιγʼ εἶπεν, εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς[*](ἡ τροφῆς ἀναίρεσις supplevi) ἐστι· συναναιρεῖται γὰρ αὐτῇ πῦρ ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε[*](εἴ γε Xylander: εἴ τε ) διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ· διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων

πλημμελῶς φερομένων ὑπʼ ἀργίας ἀνάπλεων. συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται δὲ[*](δὲ Meziriacus) καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν[*](μὲν idem: δὲ ) μικράν, ἔτι δʼ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται,[*](ἐσται R: ἐστι ) ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν ἢ σπείσομεν; τίνος δʼ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι , πᾶσαν δὲ φεύγειν καὶ πάντως; ἀναίσθητον. τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν,[*](ἔστιν H: ἔστιν εὑρεῖν ) ὅπερ οὐδένα λέληθεν ἀνθρώπων ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων[*](τὸ τούτων R: ταύτης τὸ ) κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης. ὑπολαβὼν οὖν ἐγὼ τοῦ Κλεοδώρου διαλιπόντος ἐκεῖνο δʼ οὐ λέγεις εἶπον, ὅτι καὶ τὸν ὕπνον ἅμα τῇ τροφῇ συνεκβάλλομεν; ὕπνου δὲ μὴ ὄντος οὐδʼ ὄνειρός ἐστιν, ἀλλʼ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον
τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ· τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα· καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν· ὥσθʼ ὁ μὴ δεόμενος; τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δʼ αὐτὸν ἦν αὑτοῦ μὴ δεῖσθαι· σὺν σώματι γὰρ ἡμῶν ἕκαστος. ἡμεῖς μὲν οὖν ἔφην ἐγὼ ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν· εἰ δὲ Σόλων ἤ τις ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.